[ ]
Delos — beg. 2nd c. BC
corona laurea | |
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ- |
μνηστος Ἀριστείδου εἶπεν· στεφανῶ- | |
σαι Μαντινέα Σατύρου Τήνιον τὸν | |
πρόξενον δάφνης στεφάνωι τῶι ἱε- | |
5 | ρῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυκα |
ἐν τῶι θεάτρωι τοῖς Ἀπολλωνίοις, ὅτα[ν] | |
οἱ χοροὶ τῶν παίδων ἀγωνίζωνται, τό- | |
δε τὸ κήρυγμα· στεφανοῖ ὁ δῆμος ὁ Δη- | |
λίων Μαντινέα Σατύρου Τήνιον δά- | |
10 | φνης στεφάνωι τῶι ἱερῶι ἀρετῆς ἕνεκεν |
καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοί- | |
ας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· | |
Ἵππων Ἀντιφάνου ἐπεψήφισεν. |