[ ] Delos — beg. 2nd c. BC
1 [— — — — — — — καὶ κοινεῖ τῆι πό]-
λει [καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ]-
τῶι τ[ῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα]-
ρακα[λεῖ· περὶ δὴ τού]των δ[εδόχθαι]
5 τῆι βου[λῆι καὶ τῶι δή]μωι· ἐπαινέ[σαι]
Μαντινέα Σ[ατύρ]ου Τήνιον ἐπὶ τε[ῖ]
αἱρέσει εἷ ἔχων [διατ]ελεῖ περί τε τὸ ἱε-
ρὸν καὶ τὸν δῆμο[ν τὸ]ν Δηλίων· καὶ εἶν[αι]
αὐτὸν πρόξενον [κ]α[ὶ] εὐεργέτην τοῦ τ[ε]
10 ἱεροῦ καὶ Δηλίων κα[ὶ] αὐτὸν καὶ ἐκγόνου[ς]·
εἶναι δὲ αὐτοῖς γῆς κ[α]ὶ οἰκίας ἔγκτησι[ν]
καὶ πρόσοδον πρὸς τὴ[ν] βουλὴν καὶ τὸν [δῆ]-
μον πρώτοις μετὰ τὰ [ἱ]ερά· ὑπάρχειν [δὲ]
αὐτοῖς καὶ τὰ ἄλλα π[ά]ντα ὅσα δέδοτ[αι]
15 καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
ταις τοῦ τε ἱερ[οῦ] καὶ Δηλίων· ἀναγρά-
ψαι δὲ τόδε τὸ ψ[ήφ]ισμα τὴμ μὲν βουλὴν
εἰς τὸ βουλευ[τή]ριον, τοὺς δὲ ἱεροποιοὺς
εἰς τὸ ἱερὸν ε[ἰς σ]τήλην λιθίνην· Παντέ-
20 λης Παντέ[λου ἐ]πεψήφισεν.
Search Help
Contact Us