[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Τηλέμνηστος Ἀριστείδου εἶ- | |
πεν· ἐπειδὴ Μάαρκος Σέστιος | |
Μαάρκου Φρεγελλανὸς ἀνὴρ | |
5 | ἀγαθὸς ὢν διατελεῖ περί τε [τὸ] |
ἱερὸν καὶ τὸν δῆμον τὸν Δη- | |
λίων καὶ χρείας παρέχετα[ι] | |
καὶ κοινεῖ τῆι πόλει καὶ ἰδί[αι] | |
τοῖς ἐντυγχάνουσιν αὐτ[ῶι] | |
10 | τῶν πολιτῶν εἰς ἃ ἄν τις [αὐ]- |
τὸν παρακαλεῖ, τὴν πᾶσα[ν σπου]- | |
δὴν καὶ ἐπιμέλειαν ποιούμ[ε]- | |
νος· περὶ δὴ τούτων δεδόχ[θαι] | |
τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαι- | |
15 | νέσαι Μάαρκον Σέστιον Μα- |
άρκου Φρεγελλανὸν ἐπὶ τῆι α[ἱ]- | |
ρέσει ἧν ἔχων διατελεῖ πε- | |
ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
τὸν Δηλίων καὶ εἶναι αὐτὸν πρ[ό]- | |
20 | ξενον καὶ εὐεργέτην τοῦ τε |
ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ | |
ἐγγόνους, εἶναι δὲ αὐτοῖς ἐν Δή- | |
λωι γῆς καὶ οἰκίας ἔνκτησιν | |
[καὶ] πρόσοδον πρὸς τὴ[ν βουλὴν ․․․․] |