[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Τηλέμνηστος Ἀριστείδου εἶ- | |
| πεν· ἐπειδὴ Μάαρκος Σέστιος | |
| Μαάρκου Φρεγελλανὸς ἀνὴρ | |
| 5 | ἀγαθὸς ὢν διατελεῖ περί τε [τὸ] |
| ἱερὸν καὶ τὸν δῆμον τὸν Δη- | |
| λίων καὶ χρείας παρέχετα[ι] | |
| καὶ κοινεῖ τῆι πόλει καὶ ἰδί[αι] | |
| τοῖς ἐντυγχάνουσιν αὐτ[ῶι] | |
| 10 | τῶν πολιτῶν εἰς ἃ ἄν τις [αὐ]- |
| τὸν παρακαλεῖ, τὴν πᾶσα[ν σπου]- | |
| δὴν καὶ ἐπιμέλειαν ποιούμ[ε]- | |
| νος· περὶ δὴ τούτων δεδόχ[θαι] | |
| τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαι- | |
| 15 | νέσαι Μάαρκον Σέστιον Μα- |
| άρκου Φρεγελλανὸν ἐπὶ τῆι α[ἱ]- | |
| ρέσει ἧν ἔχων διατελεῖ πε- | |
| ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
| τὸν Δηλίων καὶ εἶναι αὐτὸν πρ[ό]- | |
| 20 | ξενον καὶ εὐεργέτην τοῦ τε |
| ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ | |
| ἐγγόνους, εἶναι δὲ αὐτοῖς ἐν Δή- | |
| λωι γῆς καὶ οἰκίας ἔνκτησιν | |
| [καὶ] πρόσοδον πρὸς τὴ[ν βουλὴν ․․․․] |