[ ] Delos — beg. 2nd c. BC
1 [ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· [Τηλέ]-
μνηστος Ἀριστείδου εἶπεν· στεφα[νῶ]-
σαι Ἀναξίδικον Διονυσίου Ῥόδιον τὸ[ν]
[π]ρόξενον δάφνης στεφάνωι τῶι ἱ[ερῶι]
5 καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυκα ἐν [τῶι]
[θ]εάτρωι τοῖς Ἀπολλωνίοις, ὅταν οἱ χορ[οὶ]
[τ]ῶν παίδων [ἀ]γωνίζ[ω]νται, τόδε τὸ κήρ[υ]-
γμα· στεφανοῖ [ὁ] δ[ῆμο]ς ὁ Δηλίων Ἀναξί-
δικον Διονυσίου Ῥ[όδ]ιον τὸν πρόξενον δ[ά]-
10 φνης στεφάνωι τῶι ἱερῶι ἀρετῆς ἕνεκεν
καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοί-
ας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων·
Μενεκράτης Διαίτου ἐπεψήφισεν.
Search Help
Contact Us