[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή- |
| μωι· Αἴσχρων Καλοδίκου εἶ- | |
| πεν· ἐπειδὴ Ἀγίας Ἡρακλεί- | |
| δου Ἀθηναῖος ἀνὴρ ἀγαθὸς | |
| 5 | ὢν διατελεῖ περί τε τὸ ἱερὸν |
| καὶ τὸν δῆμον τὸν Δηλίων | |
| καὶ χρείας παρέχεται καὶ | |
| κοινεῖ τεῖ πόλει καὶ ἰδίαι τοῖς | |
| ἐντυγχάνουσιν αὐτῶι τῶ[μ] | |
| 10 | πολιτῶν, τὴμ πᾶσαν σπου- |
| [δ]ὴν καὶ φιλοτιμίαν ποιού- | |
| [μ]ενος· περὶ δὴ τούτων δε- | |
| [δ]όχθαι τεῖ βουλεῖ καὶ τῶι δή- | |
| [μ]ωι· εἶναι Ἀγίαν Ἡρακλεί- | |
| 15 | [δ]ου Ἀθηναῖον πρόξενον καὶ |
| εὐεργέτην τοῦ τε ἱεροῦ καὶ | |
| τοῦ δήμου τοῦ Δηλίων καὶ | |
| αὐτὸν καὶ ἐκγόνους· δεδόσ- | |
| θαι δὲ αὐτοῖς ἐν Δήλ[ω]ι γῆς | |
| 20 | καὶ οἰκίας ἔγκτησιν καὶ πρόσ- |
| οδον πρὸς τὴν βουλὴν καὶ | |
| τὸν δῆμον πρώτοις μετὰ | |
| τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
| καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ | |
| 25 | τοῖς ἄλλοις προξένοις καὶ |
| εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δη- | |
| λίων· ἀναγράψαι δὲ τόδε τὸ | |
| ψήφισμα τὴμ μὴν βουλὴν εἰς | |
| τὸ βουλευτήριον, τοὺς δὲ ἱε- | |
| 30 | ροποιοὺς εἰς στήλην λιθί- |
| νην καὶ στῆσαι εἰς τὸ ἱερόν· | |
| Κυνθιάδης Κυνθιάδου ἐπε- | |
| ψήφισεν. |