[ ]
Delos — beg. 2nd c. BC
| in corona laurea | |
| 1 | ὁ δῆμος |
| ὁ Δηλίων. | |
| [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· — — — — —] | |
| [— — — — εἶπεν· ἐπειδὴ Ὀνόμαρχος Ἀπολλωνίδου] | |
| 5 | [Κν]ίδιος, παραγενόμενος εἰς [τὴν νῆσον, ἀγ]ῶ̣- |
| [ν]ας πλείους [ἠ]γώνισται [τῶι θε]ῶι φιλοτίμως | |
| καὶ ἀξίως τοῦ θεοῦ καὶ ἐ[ν πᾶσι κ]αιροῖς χρείας | |
| παρέχεται καὶ κοινεῖ τῆι π[όλε]ι καὶ ἰδίαι εἰς [ἃ] ἄν | |
| τις αὐτὸν παρακαλῆι τῶν πολι[τῶν]· δεδόχθ[αι] | |
| 10 | τῆι βουλῆι καὶ τῶι δήμωι· στεφ[α]ν[ῶσα]ι αὐτὸν |
| [δ]άφνης στεφάνωι τῶι ἱε[ρῶι καὶ ἀν]αγορεῦσαι | |
| τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρ[ωι] τοῖς [Ἀ]πολλω[νί]- | |
| οις, ὅταν οἱ τῶν παίδων χοροὶ ἀγωνίζωντ[αι], | |
| τόδε τὸ κήρυγμα· στεφ[ανοῖ] ὁ δῆμος ὁ Δηλί[ων] | |
| 15 | [Ὀν]όμαρχον Ἀπολλωνίδο[υ Κνίδιο]ν [δάφ]- |
| [ν]ης στεφάνωι τῶι ἱερῶι ἀρ[ετ]ῆς [ἕ]ν[εκα καὶ εὐ]- | |
| [σε]βείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐν[οί]ας τῆς [εἰς] | |
| [τὸ]ν δῆμον τὸν Δηλίων· Ἀρκίλε[ως] Τληπο[λέ]- | |
| [μου] ἐπεψήφισεν. |