[ ]
Delos — beg. 2nd c. BC
in corona laurea | |
1 | ὁ δῆμος |
ὁ Δηλίων. | |
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· — — — — —] | |
[— — — — εἶπεν· ἐπειδὴ Ὀνόμαρχος Ἀπολλωνίδου] | |
5 | [Κν]ίδιος, παραγενόμενος εἰς [τὴν νῆσον, ἀγ]ῶ̣- |
[ν]ας πλείους [ἠ]γώνισται [τῶι θε]ῶι φιλοτίμως | |
καὶ ἀξίως τοῦ θεοῦ καὶ ἐ[ν πᾶσι κ]αιροῖς χρείας | |
παρέχεται καὶ κοινεῖ τῆι π[όλε]ι καὶ ἰδίαι εἰς [ἃ] ἄν | |
τις αὐτὸν παρακαλῆι τῶν πολι[τῶν]· δεδόχθ[αι] | |
10 | τῆι βουλῆι καὶ τῶι δήμωι· στεφ[α]ν[ῶσα]ι αὐτὸν |
[δ]άφνης στεφάνωι τῶι ἱε[ρῶι καὶ ἀν]αγορεῦσαι | |
τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρ[ωι] τοῖς [Ἀ]πολλω[νί]- | |
οις, ὅταν οἱ τῶν παίδων χοροὶ ἀγωνίζωντ[αι], | |
τόδε τὸ κήρυγμα· στεφ[ανοῖ] ὁ δῆμος ὁ Δηλί[ων] | |
15 | [Ὀν]όμαρχον Ἀπολλωνίδο[υ Κνίδιο]ν [δάφ]- |
[ν]ης στεφάνωι τῶι ἱερῶι ἀρ[ετ]ῆς [ἕ]ν[εκα καὶ εὐ]- | |
[σε]βείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐν[οί]ας τῆς [εἰς] | |
[τὸ]ν δῆμον τὸν Δηλίων· Ἀρκίλε[ως] Τληπο[λέ]- | |
[μου] ἐπεψήφισεν. |