[ ]
Delos — end 3rd c. BC
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· |
Θεοτέλης Φωκαέως εἶπεν· ἐπειδὴ | |
Πολύμνηστος Θίβρωνος Νάξιος | |
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε | |
5 | τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων |
χρείας παρεχόμενος ἐν παντὶ | |
καιρῶι τοῖς ἐντυγχάνουσιν αὐτῶι | |
Δηλίων καὶ κοινεῖ καὶ ἰδίαι· δεδόχθαι | |
τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι Πολύ- | |
10 | μνηστον Θίβρωνος Νάξιον πρόξενον |
καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δηλί- | |
ων καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶ- | |
ναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας | |
ἔγκτησιν καὶ προεδρίαν ἐν τοῖς ἀ- | |
15 | γῶσιν καὶ πρόσοδον πρὸς τὴν βου- |
λὴν καὶ τὸν δῆμον πρώτοις μετὰ | |
τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ | |
ἄλλα πάντα [ὅσα] δ[έ]δοται [καὶ τοῖς] | |
ἄλλοις προξένοις καὶ εὐεργέταις | |
20 | τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγρά- |
ψαι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν | |
βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν· Ἀντί- | |
γονος Δημόνου ἐπεψήφισεν. |