[ ]
Delos — ca. 230 BC
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Πραξιμέν[ης] | |
| Καλλιδίκου εἶπεν· ἐπειδὴ Αὐτοκλῆς ἀνὴρ ἀγα- | |
| θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆ- | |
| 5 | μον τὸν Δηλίων καὶ χρείας παρέχεται καὶ κοι- |
| νῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
| αὐτῶι τῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα- | |
| ρακαλῆι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι {δηι} δή- | |
| μωι· εἶναι Αὐτοκλῆν Αὐτοκλέους Χαλκιδέα | |
| 10 | πρόξενον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δη- |
| λίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς | |
| [ἐ]ν Δήλωι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ πρόσο- | |
| [δ]ον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
| [με]τὰ τὰ ἱερά, ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ ἄλ- | |
| 15 | [λ]α πάντα ὅσα δέδοται καὶ τοῖς ἄλλοις προ- |
| ξένοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλί- | |
| [ω]ν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲν | |
| [βο]υλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποι- | |
| [οὺ]ς εἰς τὸ ἱερόν. Παρμενίων Πολυβούλου ἐπε- | |
| 20 | ψήφισεν. |
| coronea laurea |