[ ]
Delos — ca. 230 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τηλέ- |
| μνηστος Ἀριστείδου εἶπεν· ἐπειδ[ὴ] | |
| Αὐτοκλῆς Αὐτοκλέους Χαλκιδεὺς π[ρό]- | |
| ξενος ὢν καὶ εὐεργέτης τοῦ τε ἱεροῦ | |
| 5 | καὶ Δηλίων τὴν πᾶσαν σπουδὴν ποιεῖ- |
| ται ἐμ παντὶ καιρῶι περὶ τῶν συμφερόν- | |
| των τῶι τε ἱερῶι καὶ τῶι δήμωι καὶ χρείας | |
| παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι εἰς | |
| [ἃ] ἄν τις αὐτὸν παρακαλῆι τῶν πολιτῶν· δε- | |
| 10 | δόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶ- |
| σαι αὐτὸν δάφνης στεφάνωι καὶ ἀναγο- | |
| ρεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι τοῖς | |
| Ἀπολλωνίοις, ὅταν οἱ τῶν παίδων χοροὶ ἀ- | |
| γωνίζωνται, ὅτι στεφανοῖ ὁ δῆμος ὁ Δηλί- | |
| 15 | ων Αὐτοκλῆν Αὐτοκλέους Χαλκιδέα δά- |
| φνης στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
| σεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς | |
| εἰς τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ [τό]- | |
| δε τὸ ψήφισμα εἰς τὴν στήλην οὗ καὶ ἡ [προ]- | |
| 20 | ξενία αὐτοῦ γέγραπται· Ἰσόδικος |
| Κα(λ)λιφάνου ἐπεψήφισεν. |