[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Ἐλπίνης Τελεσαρχίδου εἶπεν·
ἐπειδὴ Ἀλεξικράτης ἀνὴρ ἀγαθός
ἐστι περί τε τὸ ἱερὸν καὶ τὴν πόλιν
5 τὴν Δηλίων καὶ κοινῆι τε τοῦ δήμου
πολλὴν ἐπιμέλειαν ποιούμενος
διατελεῖ μετὰ πάσης εὐνοίας
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν
[αὐ]τῶι Δηλίων χ[ρ]είας [π]αρέχε[ται]
10 [εἰς ὅ τι] ἂν παρ[αγγ]έλλωσιν· δεδόχθαι
[τῶι δήμωι· τ]ύχηι ἀγαθῆι· εἶναι
[πρ]όξενον τῆς πόλεως τῆς Δηλίων
καὶ τοῦ ἱεροῦ Ἀλεξικράτην Ἀγλουχόρου
Ῥόδιον καὶ αὐτὸν καὶ ἐκγόνους καὶ
15 εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν
πάντων καὶ προεδρίαν καὶ γῆς κ[αὶ]
οἰκίας ἔγκτησιν καὶ πρόσοδ[ον]
[π]ρὸς τὴμ βουλὴν καὶ τὸν δῆ[μον]
πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ [ἄλλα]
20 ὅσαπερ καὶ τοῖς ἄλλοις προξέν[οις καὶ]
[εὐεργέται]ς τοῦ ἱεροῦ καὶ Δη[λίων]
[δέδοται· ἀναγ]ράψαι δὲ τόδ[ε τὸ ψή]-
[φισμα τὴμ μὲν βο]υλὴ[ν εἰς τὸ βου]-
[λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς]
25 [τὸ ἱερόν].
Search Help
Contact Us