[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Ἐλπίνης Τελεσαρχίδου εἶπεν· | |
ἐπειδὴ Ἀλεξικράτης ἀνὴρ ἀγαθός | |
ἐστι περί τε τὸ ἱερὸν καὶ τὴν πόλιν | |
5 | τὴν Δηλίων καὶ κοινῆι τε τοῦ δήμου |
πολλὴν ἐπιμέλειαν ποιούμενος | |
διατελεῖ μετὰ πάσης εὐνοίας | |
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
[αὐ]τῶι Δηλίων χ[ρ]είας [π]αρέχε[ται] | |
10 | [εἰς ὅ τι] ἂν παρ[αγγ]έλλωσιν· δεδόχθαι |
[τῶι δήμωι· τ]ύχηι ἀγαθῆι· εἶναι | |
[πρ]όξενον τῆς πόλεως τῆς Δηλίων | |
καὶ τοῦ ἱεροῦ Ἀλεξικράτην Ἀγλουχόρου | |
Ῥόδιον καὶ αὐτὸν καὶ ἐκγόνους καὶ | |
15 | εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν |
πάντων καὶ προεδρίαν καὶ γῆς κ[αὶ] | |
οἰκίας ἔγκτησιν καὶ πρόσοδ[ον] | |
[π]ρὸς τὴμ βουλὴν καὶ τὸν δῆ[μον] | |
πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ [ἄλλα] | |
20 | ὅσαπερ καὶ τοῖς ἄλλοις προξέν[οις καὶ] |
[εὐεργέται]ς τοῦ ἱεροῦ καὶ Δη[λίων] | |
[δέδοται· ἀναγ]ράψαι δὲ τόδ[ε τὸ ψή]- | |
[φισμα τὴμ μὲν βο]υλὴ[ν εἰς τὸ βου]- | |
[λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς] | |
25 | [τὸ ἱερόν]. |