[ ] Delos — 306-230 BC
1 συμ— — — — — — — — —
λοι οἱ παρα[γενόμενοι? τῶν πο]-
λιτῶν ἀναγγέ[λλουσιν ὅτι Δί]-
καιος τεταγμένο[ς ὑπὸ τὸν]
5 βασιλέα Πτολεμαῖον [ἀνὴρ ἀ]-
γαθός ἐστι περί τε τὸ ἱερὸν κ[αὶ]
τὴμ πόλιν τὴν Δηλίων καὶ χρ[εί]-
ας διατελεῖ παρεχόμενος Δη-
λίων τοῖς ἐντυγχάνουσιν [αὐτῶι]
10 καὶ κοινῆι καὶ ἰδίαι· δεδόχθαι τῶι
δήμωι· ἐπαινέσαι μὲν Δίκαιον
Διοκλέους Κυρηναῖον ἀρετῆς ἕ-
νεκεν καὶ εὐσεβείας τῆς εἰς τὸ ἱ-
ερὸν καὶ εὐνοίας τῆς εἰς τὸν [δῆ]-
15 μον τ<ὸ>ν Δηλίων· εἶναι δὲ κ[αὶ αὐ]-
τὸν πρόξενον καὶ εὐεργέ[την]
τοῦ ἱεροῦ καὶ Δηλίων καὶ αὐ[τὸν]
καὶ ἐκγόνους· εἶναι δὲ αὐ[τοῖς ἀ]-
τέλειαν ἐν Δήλωι καὶ [πολιτεί]-
20 αν καὶ γῆς καὶ οἰκ[ίας] ἔγκτη[σιν]
καὶ πρόσοδον πρὸς τὴμ βουλὴν
καὶ τὸν δῆμον πρώτοις μετὰ
τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀ-
γῶσι καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ
25 τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλοις προ-
ξένοις καὶ εὐεργέταις δέδοται· ἀνα-
γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲμ βου-
λὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ
   ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us