[ ]
Delos — 306-230 BC
| 1 | συμ— — — — — — — — — |
| λοι οἱ παρα[γενόμενοι? τῶν πο]- | |
| λιτῶν ἀναγγέ[λλουσιν ὅτι Δί]- | |
| καιος τεταγμένο[ς ὑπὸ τὸν] | |
| 5 | βασιλέα Πτολεμαῖον [ἀνὴρ ἀ]- |
| γαθός ἐστι περί τε τὸ ἱερὸν κ[αὶ] | |
| τὴμ πόλιν τὴν Δηλίων καὶ χρ[εί]- | |
| ας διατελεῖ παρεχόμενος Δη- | |
| λίων τοῖς ἐντυγχάνουσιν [αὐτῶι] | |
| 10 | καὶ κοινῆι καὶ ἰδίαι· δεδόχθαι τῶι |
| δήμωι· ἐπαινέσαι μὲν Δίκαιον | |
| Διοκλέους Κυρηναῖον ἀρετῆς ἕ- | |
| νεκεν καὶ εὐσεβείας τῆς εἰς τὸ ἱ- | |
| ερὸν καὶ εὐνοίας τῆς εἰς τὸν [δῆ]- | |
| 15 | μον τ<ὸ>ν Δηλίων· εἶναι δὲ κ[αὶ αὐ]- |
| τὸν πρόξενον καὶ εὐεργέ[την] | |
| τοῦ ἱεροῦ καὶ Δηλίων καὶ αὐ[τὸν] | |
| καὶ ἐκγόνους· εἶναι δὲ αὐ[τοῖς ἀ]- | |
| τέλειαν ἐν Δήλωι καὶ [πολιτεί]- | |
| 20 | αν καὶ γῆς καὶ οἰκ[ίας] ἔγκτη[σιν] |
| καὶ πρόσοδον πρὸς τὴμ βουλὴν | |
| καὶ τὸν δῆμον πρώτοις μετὰ | |
| τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀ- | |
| γῶσι καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ | |
| 25 | τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλοις προ- |
| ξένοις καὶ εὐεργέταις δέδοται· ἀνα- | |
| γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲμ βου- | |
| λὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ | |
| ἱεροποιοὺς εἰς τὸ ἱερόν. |