[ ]
Delos — ca. 300-250 BC
1 | θεοί. |
[ἔδ]οξεν τεῖ βουλεῖ καὶ | |
[τῶι] δήμωι· Θαρσύνων ε- | |
[ἶπεν]· ἐπειδὴ Ἀντιγένης | |
5 | [καὶ Ἀ]ντικράτης Ἀργ- |
․․․․ος Λ[αρ]ισαῖοι ἄνδρ- | |
[ες] ἀγαθοί εἰσιν [π]ερί | |
τε τὸ ἱερὸν τὸ Δηλί[ων] | |
[κ]αὶ τὴν πόλιν καὶ ποι- | |
10 | οῦσι ὅ τι δύνανται ἀγα- |
[θόν· ε]ἶναι αὐτοὺς προ- | |
[ξένους καὶ] εὐεργέτα- | |
[ς τῆς] πόλεως τῆς Δηλ- | |
[ίων καὶ ε]ἶναι αὐτοῖς ἀτ- | |
15 | [έλειαν κ]αὶ προεδρίαν |
[καὶ γῆς ἔ]γκτησιν καὶ οἰ- | |
[κίας] καὶ πρόσοδον πρὸς | |
[τὴν β]ουλὴν καὶ τὸν δῆ- | |
[μον]· ὑπάρχειν δὲ αὐτοῖ- | |
20 | [ς καὶ] τἄλλα ὅσαπερ τοῖ- |
ς ἄλλοις προξένοις καὶ | |
εὐεργέταις τοῦ ἱεροῦ· ὅπ- | |
ως δὲ αὐτοῖς ὑπάρχει τὰ | |
ὑπὸ τοῦ δήμου ἐψηφισμέ- | |
25 | να τὴμ βουλὴν τὴν ἀεὶ β[ου]- |
λεύουσαν ἐπιμελεῖσθαι· [ἀ]- | |
ναγράψαι δὲ τὸ ψήφισμα | |
τὴμ μὲν βουλὴν εἰς τὸ βο[υ]- | |
λευτήριον, τοὺς δὲ ἱεροπο[ι]- | |
30 | οὺς εἰς τὸ ἱερόν. |