[ ]
Delos — ca. 280-260
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Στράτων εἶπεν· ἐπειδὴ Ἑρμαγόρας | |
Ἡρακλείδου Περγαμηνὸς ἀνὴρ | |
ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ ἱερὸν | |
5 | τὸ ἐν Δήλωι καὶ Δηλίους· δεδόχθαι |
τῶι δήμωι· εἶναι πρόξενον Δηλίων | |
Ἑρμαγόραν Ἡρακλείδου Περγαμη- | |
νὸγ καὶ αὐτὸγ καὶ ἐκγόνους καὶ εἶ- | |
ναι αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάν- | |
10 | των καὶ προεδρίαγ καὶ γῆς καὶ οἰκίας |
ἔγκτησιν καὶ πρόσοδομ πρὸς τὴν | |
βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα ὅσα[π]ε[ρ] | |
[κ]αὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- | |
15 | γέταις δέδοται παρὰ Δηλίων· ἀνα- |
γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲ[μ] | |
[β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
[δ]ὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |