[ ]
Delos — ca. 280-260
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Στράτων εἶπεν· ἐπειδὴ Ἑρμαγόρας | |
| Ἡρακλείδου Περγαμηνὸς ἀνὴρ | |
| ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ ἱερὸν | |
| 5 | τὸ ἐν Δήλωι καὶ Δηλίους· δεδόχθαι |
| τῶι δήμωι· εἶναι πρόξενον Δηλίων | |
| Ἑρμαγόραν Ἡρακλείδου Περγαμη- | |
| νὸγ καὶ αὐτὸγ καὶ ἐκγόνους καὶ εἶ- | |
| ναι αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάν- | |
| 10 | των καὶ προεδρίαγ καὶ γῆς καὶ οἰκίας |
| ἔγκτησιν καὶ πρόσοδομ πρὸς τὴν | |
| βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
| μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα ὅσα[π]ε[ρ] | |
| [κ]αὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- | |
| 15 | γέταις δέδοται παρὰ Δηλίων· ἀνα- |
| γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲ[μ] | |
| [β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
| [δ]ὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |