[ ]
Delos — ca. 300-250 BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
Ἀριστόλοχος Νικοδρόμου εἶπεν· | |
ἐπειδὴ Φίλιστος Φιλίσκου Χῖος ἀ- | |
5 | νὴρ ἀγαθός ἐστι περὶ τὸ ἱερὸν καὶ |
τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶ[ι] | |
δήμωι· εἶναι Φίλιστον εὐεργέτην | |
τῆς πόλεως καὶ πρόξενον Δηλί- | |
ων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶ- | |
10 | ναι αὐτοῖς ἀτέλειαν πάντων καὶ |
γῆς καὶ οἰκίας ἔγκτησιν καὶ πολιτε- | |
ίαν καὶ πρὸς φράτραν ἣν ἂν βούλων- | |
ται προσγράψασθαι· ὑπάρχειν δ’ αὐ- | |
τοῖς καὶ προδικίαν καὶ ἀσυλίαν | |
15 | καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν |
δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ | |
προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ | |
τἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοι- | |
ς προξένοις καὶ εὐεργέταις | |
20 | τοῦ ἱεροῦ καὶ τῆς πόλεως· ὅπω- |
ς δὲ καὶ κύρια ἦι τὰ ὑπὸ τοῦ δή- | |
μου ἐψηφισμένα, ἀναγράψαι | |
τόδε τὸ ψήφισμα τὴν μὲν βου- | |
λὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
25 | δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |