[ ]
Delos — ca. 300-250 BC
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| Ἀριστόλοχος Νικοδρόμου εἶπεν· | |
| ἐπειδὴ Φίλιστος Φιλίσκου Χῖος ἀ- | |
| 5 | νὴρ ἀγαθός ἐστι περὶ τὸ ἱερὸν καὶ |
| τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶ[ι] | |
| δήμωι· εἶναι Φίλιστον εὐεργέτην | |
| τῆς πόλεως καὶ πρόξενον Δηλί- | |
| ων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶ- | |
| 10 | ναι αὐτοῖς ἀτέλειαν πάντων καὶ |
| γῆς καὶ οἰκίας ἔγκτησιν καὶ πολιτε- | |
| ίαν καὶ πρὸς φράτραν ἣν ἂν βούλων- | |
| ται προσγράψασθαι· ὑπάρχειν δ’ αὐ- | |
| τοῖς καὶ προδικίαν καὶ ἀσυλίαν | |
| 15 | καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν |
| δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ | |
| προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ | |
| τἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοι- | |
| ς προξένοις καὶ εὐεργέταις | |
| 20 | τοῦ ἱεροῦ καὶ τῆς πόλεως· ὅπω- |
| ς δὲ καὶ κύρια ἦι τὰ ὑπὸ τοῦ δή- | |
| μου ἐψηφισμένα, ἀναγράψαι | |
| τόδε τὸ ψήφισμα τὴν μὲν βου- | |
| λὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
| 25 | δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |