[ ]
Delos — beg. 3rd c. BC
1 | ἔ̣δ̣οξεν τῆ[ι βουλῆι καὶ τῶι δή]- |
μωι· Ἀριστόλοχος Νικοδ[ρόμου] | |
εἶπεν· ἐπειδὴ Ἡγέστρατο[ς πρό]- | |
ξενος καὶ εὐεργέτης ὢν τ[ῆς] | |
5 | πόλεως κατὰ τὰς δεδομέ[ν]- |
ας αὐτῶι δωρεὰς ὑπὸ τοῦ δή- | |
μου τοῦ Δηλίων βούλεται ἐγκ- | |
τήσασθαι ἐν Δήλωι καὶ ἐν Ῥην- | |
αίαι· δεδόχθαι τῶι δήμωι· ὅσα | |
10 | ἂν ἐγκτήσηται ἢ εἰσαγάγηται |
Ἡγέστρατος εἰς Δῆλον ἢ εἰς Ῥή- | |
ναιαν μὴ εἶναι τούτων τῶν χ- | |
ρ̣ημάτων ἐνεχυρασίαν μηθε- | |
ν̣ὶ μηδὲ τῶν πρὸς τὴμ πόλιν σ- | |
15 | [υν]ηλλαχότων, μηδὲ ἐάν τις |
[ὕσ]τερον συναλλάξηι, ἐὰμ | |
μή τις ἰδίαι συμβά[λ]ηι πρὸς Ἡ[γ]- | |
έστρατον· ἐπιμελεῖσθαι δὲ καὶ τ- | |
οὺς ἄρχοντας τοὺς ἀεὶ ἐν τέ- | |
20 | λει ὄντας ὅπως ἂν τὰ δεδο- |
μένα καὶ τὰ ἐψηφισμένα Ἡγ[ε]- | |
στράτωι ὑπὸ τοῦ δήμου κύρια | |
[ἦι· ἀ]ναγρά[ψαι] δὲ τόδε τὸ ψήφι[σ]- | |
[μα — — — — — — — — — — — — —]. |