[ ]
Delos — beg. 3rd c. BC
| 1 | ἔ̣δ̣οξεν τῆ[ι βουλῆι καὶ τῶι δή]- |
| μωι· Ἀριστόλοχος Νικοδ[ρόμου] | |
| εἶπεν· ἐπειδὴ Ἡγέστρατο[ς πρό]- | |
| ξενος καὶ εὐεργέτης ὢν τ[ῆς] | |
| 5 | πόλεως κατὰ τὰς δεδομέ[ν]- |
| ας αὐτῶι δωρεὰς ὑπὸ τοῦ δή- | |
| μου τοῦ Δηλίων βούλεται ἐγκ- | |
| τήσασθαι ἐν Δήλωι καὶ ἐν Ῥην- | |
| αίαι· δεδόχθαι τῶι δήμωι· ὅσα | |
| 10 | ἂν ἐγκτήσηται ἢ εἰσαγάγηται |
| Ἡγέστρατος εἰς Δῆλον ἢ εἰς Ῥή- | |
| ναιαν μὴ εἶναι τούτων τῶν χ- | |
| ρ̣ημάτων ἐνεχυρασίαν μηθε- | |
| ν̣ὶ μηδὲ τῶν πρὸς τὴμ πόλιν σ- | |
| 15 | [υν]ηλλαχότων, μηδὲ ἐάν τις |
| [ὕσ]τερον συναλλάξηι, ἐὰμ | |
| μή τις ἰδίαι συμβά[λ]ηι πρὸς Ἡ[γ]- | |
| έστρατον· ἐπιμελεῖσθαι δὲ καὶ τ- | |
| οὺς ἄρχοντας τοὺς ἀεὶ ἐν τέ- | |
| 20 | λει ὄντας ὅπως ἂν τὰ δεδο- |
| μένα καὶ τὰ ἐψηφισμένα Ἡγ[ε]- | |
| στράτωι ὑπὸ τοῦ δήμου κύρια | |
| [ἦι· ἀ]ναγρά[ψαι] δὲ τόδε τὸ ψήφι[σ]- | |
| [μα — — — — — — — — — — — — —]. |