[ ] Delos — beg. 3rd c. BC
1 ἔ̣δ̣οξεν τῆ[ι βουλῆι καὶ τῶι δή]-
μωι· Ἀριστόλοχος Νικοδ[ρόμου]
εἶπεν· ἐπειδὴ Ἡγέστρατο[ς πρό]-
ξενος καὶ εὐεργέτης ὢν τ[ῆς]
5 πόλεως κατὰ τὰς δεδομέ[ν]-
ας αὐτῶι δωρεὰς ὑπὸ τοῦ δή-
μου τοῦ Δηλίων βούλεται ἐγκ-
τήσασθαι ἐν Δήλωι καὶ ἐν Ῥην-
αίαι· δεδόχθαι τῶι δήμωι· ὅσα
10 ἂν ἐγκτήσηται ἢ εἰσαγάγηται
Ἡγέστρατος εἰς Δῆλον ἢ εἰς Ῥή-
ναιαν μὴ εἶναι τούτων τῶν χ-
ρ̣ημάτων ἐνεχυρασίαν μηθε-
ν̣ὶ μηδὲ τῶν πρὸς τὴμ πόλιν σ-
15 [υν]ηλλαχότων, μηδὲ ἐάν τις
[ὕσ]τερον συναλλάξηι, ἐὰμ
μή τις ἰδίαι συμβά[λ]ηι πρὸς Ἡ[γ]-
έστρατον· ἐπιμελεῖσθαι δὲ καὶ τ-
οὺς ἄρχοντας τοὺς ἀεὶ ἐν τέ-
20 λει ὄντας ὅπως ἂν τὰ δεδο-
μένα καὶ τὰ ἐψηφισμένα Ἡγ[ε]-
στράτωι ὑπὸ τοῦ δήμου κύρια
[ἦι· ἀ]ναγρά[ψαι] δὲ τόδε τὸ ψήφι[σ]-
[μα — — — — — — — — — — — — —].
Search Help