[ ] Delos — beg. 3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀχαιὸς
Φανοδίκου εἶπεν· ἐπειδὴ Καλλίας Θυμοχάρους
Ἀθηναῖος ἀνὴρ ἀγαθός ἐστιν περί τε τὸ ἱερὸν
καὶ τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶι δήμωι·
5 εἶναι Καλλίαν Θυμοχάρους Ἀθηναῖον πρόξενον
Δηλίων καὶ εὐεργέτην καὶ αὐτὸν καὶ ἐκγόνου[ς]
καὶ εἶναι αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάν[των]
καὶ προεδρίαν καὶ π[ολιτείαν — — — — —].
Search Help
Contact Us