[ ]
Delos — 368, 362 BC
| 1 | θεοί. Πυθοδώρωι Ἡραίππο προξενία Δηλίωι. |
| ἐπὶ Λυσιστράτο ἄρχοντος {²⁸369/8 bc}²⁸, ἐπὶ τῆς Λεωντίδος | |
| ἐνάτης πρυτανείας, Ἀριστείδης Στρεφένεω Κυδα- | |
| θηναιεὺς ἐγραμμάτευε, Σμικρίας Ἀθμονεὺς ἐπεστά- | |
| 5 | τει· Φοξίας εἶπεν· ἐψηφίσθαι τῆι βουλῆι, τὸς προέδρο- |
| ς οἳ ἂν λάχωσι προεδρεύειν εἰς τὴν πρώτην ἐκκλησί- | |
| αν προσαγαγεῖν Πυθόδωρον τὸν Δήλιον, γνώ- | |
| μην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον | |
| ὅτι δοκεῖ τῆι βουλῆι, ἐπειδὴ ἀνὴρ ἀγαθός ἐστι | |
| 10 | Πυθόδωρος ὁ Δήλιος περὶ τὰ [χ]ρήματα τὰ το͂ θεο͂ |
| καὶ τὸν δῆμον τὸν Ἀθηναίων, εἶναι αὐτὸν πρόξε- | |
| νον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ | |
| αὐτὸν καὶ ἐκγόνος αὐτο͂· ἐ[π]αινέσαι δὲ Πυθόδω- | |
| ρον τὸν Δήλιον καὶ κ[α]λέσ[α]ι ἐ[πὶ] ξένια εἰς τὸ πρυτα- | |
| 15 | νεῖον εἰς τρίτην ἡμέραν. Ἐπικράτης εἶπεν· τὰ μὲν ἄλ- |
| λα καθάπερ τῆι βουλῆι, ἐπιμελεῖσθαι δὲ τὴν βουλὴν | |
| [α]ὐτο͂ τὴν ἀεὶ βουλεύοσαν καὶ τὸς στρατηγὸς τὸ- | |
| ς ἀεὶ στρατηγο͂ντας καὶ τὸς Ἀμφικτύονας τὸ- | |
| ς ἀεὶ ἀμφικτυονεύοντας ἐν Δήλωι ὅπως ἂν αὐ- | |
| 20 | τὸν μηδεὶς ἀ[δικ]ῆι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν |
| στήληι λιθίνηι τὸν γραμματέα τῆς βουλῆς καὶ στῆσαι | |
| ἐν ἀκροπόλει· ἀναγράψαι δὲ τὸν γραμματέα | |
| τῶν Ἀμφικτυόνων ἐν στήληι λιθίνηι ἀντίγ- | |
| ραφον καὶ στῆσαι ἐν τῶι ἱερῶι τῶι Ἀπόλλωνος | |
| 25 | ἐν Δήλωι· εἰς δὲ τὴν ἀναγραφὴν δοῦναι τῆς στήλη- |
| [ς] τοὺς Ἀμφικτύονας ἐκ τῶν χρημάτων τῶν εἰσ- | |
| πραττομένων παρὰ τῶν τὰς δίκας ὀφλόντων. | |
| vacat | |
| ἐπὶ Χαρικλείδο ἄρχοντος {²⁸363/2 bc}²⁸, [ἐπὶ τῆς Ἱπποθ]ω̣ντίδος ἑβδό- | |
| μης πρυτανείας, [— — — — — — Ἀφι]δναῖος ἐπεστάτει, Νι[κ]- | |
| 30 | όστρατος Παλλ[ηνεὺς ἐγραμμάτευε]ν· Ἀνδρομένης εἶπε· |
| περὶ δὲ τῆς ἀδελφῆς [τῆς Πυθοδώρου] καὶ τοῦ ἀδελφιδο[ῦ τ]- | |
| οῦ Πυθοδώρο[υ δεδόχθαι· ἐπειδή ἐστιν χρήσιμ]ος ἀνὴρ ἐ- | |
| ν ταῖς νήσοις [․․․․․ος, εἶναι καὶ ․․․․․ωι τῶι ἀ]δελφι[δ]- | |
| ῶι τῶι Πυθο[δώρου τὴν προξενίαν· καὶ ἀναγράψαι ․․․․․]- | |
| 35 | ο͂ τοὔνομα [εἰς τὰς στήλας τὰς Πυθοδώρου, εἰς] μὲν τὴν |
| [ἐ]ν ἀκροπόλει τὸν γραμματέα τῆς βουλῆς, εἰς δὲ τὴν | |
| [ἐ]ν Δήλωι τὸν γραμματέα τῶν Ἀμφικτυό[νων]. |