[ ] Delos — end 4th c. BC
1 [θ]εοί.
[ἔδ]οξεν τῆι βουλῆι καὶ τῶι
δήμωι· Ἀκρόβιλος Λυσαγό-
ρου εἶπεν· ἐπειδὴ Χαιρίτης
5 Πολυμήδους Μυρρινούσι-
ος ἀνὴρ ἀγαθός ἐστιν περὶ
Δηλίους καὶ ποεῖ ὅ τι δύναται
ἀγαθόν, δεδόχθαι τῶι δήμωι
εἶναι Χαιρίτην πρόξενον Δηλί-
10 ων καὶ εὐεργέτην καὶ αὐ-
τὸν καὶ ἐκγόνους καὶ εἶ-
ναι αὐτῶι ἀτέλειαν πάν-
των καὶ τἄλλα ὅσαπερ τοῖς
ἄλλοις προξένοις καὶ εὐερ-
15 γέταις τῆς πόλεως τῆς
Δηλίων· εἶναι δὲ καὶ τὸν
ἀδελφὸν Ἀντιφῶν-
τα Θεοδώρου πρό[ξε]-
νον καὶ εὐεργέτην
20 Δηλίων κατὰ ταὐτὰ
Χαιρίτηι.
Search Help