[ ]
Delos — end 4th c. BC
| 1 | [θ]εοί. |
| [ἔδ]οξεν τῆι βουλῆι καὶ τῶι | |
| δήμωι· Ἀκρόβιλος Λυσαγό- | |
| ρου εἶπεν· ἐπειδὴ Χαιρίτης | |
| 5 | Πολυμήδους Μυρρινούσι- |
| ος ἀνὴρ ἀγαθός ἐστιν περὶ | |
| Δηλίους καὶ ποεῖ ὅ τι δύναται | |
| ἀγαθόν, δεδόχθαι τῶι δήμωι | |
| εἶναι Χαιρίτην πρόξενον Δηλί- | |
| 10 | ων καὶ εὐεργέτην καὶ αὐ- |
| τὸν καὶ ἐκγόνους καὶ εἶ- | |
| ναι αὐτῶι ἀτέλειαν πάν- | |
| των καὶ τἄλλα ὅσαπερ τοῖς | |
| ἄλλοις προξένοις καὶ εὐερ- | |
| 15 | γέταις τῆς πόλεως τῆς |
| Δηλίων· εἶναι δὲ καὶ τὸν | |
| ἀδελφὸν Ἀντιφῶν- | |
| τα Θεοδώρου πρό[ξε]- | |
| νον καὶ εὐεργέτην | |
| 20 | Δηλίων κατὰ ταὐτὰ |
| Χαιρίτηι. |