| 1 | γηραλέην ψυχὴν ἐπ’ ἀκμαίῳ σώματι Γλαῦκος |
| καὶ κάλλει κεράσας κρείττονα σωφροσύνην | |
| ὄργια πᾶσιν ἔφαινε βροτοῖς φαεσίμβροτα Δηοῦς | |
| εἰνάετες, δεκάτῳ δ’ ἦλθε πρὸς ἀθανάτους. | |
| 5 | ἦ καλὸν ἐκ μακάρων μυστήριον, οὐ μόνον εἶναι |
| τὸν θάνατον θνητοῖς οὐ κακὸν ἀλλ’ ἀγαθόν. |
IG II²
3661