[ ] Att. — post med. s. II p.
1        ἀγαθῆι folium τύχηι
πυρφόρου Δήμητρος ὑπείροχον ἱερό-
           φαντιν
πολλὸν ἐπ’ εὐσεβίῃ κῦδος ἀειραμένην
5 Ἑλλάδος εὐρυχόρου πρῶτον γένος
          Ἀντολίης τε
ἔγγονον Εἰσαίου τοῦ σοφίας ὑπάτου,
ὃς δὴ καὶ βασιλῆος ἀμύμονος Ἁδριανοῖο
μουσάων ἀγαθὴν εἶχε διδασκαλίην·
10 Εἰσαίου δὲ θύγατρα μεγαινήτοιο καὶ αὐτοῦ
ἔξοχον ἔν τ’ ἀρεταῖς ἔν τε σαοφροσύναις,
ἣν καὶ ἀμειβομένη Δηὼ μακάρων ἐπὶ
             νήσσους
ἤγαγε παντοίης ἐκτὸς ἐπωδυνίης·
15 δῶκε δέ οἱ θάνατον γλυκερώτερον ἡδέο[ς]
              ὕπνου
πάγχυ καὶ Ἀργείων φέρτερον ἠιθέων․
ἥ τε καὶ Ἀντωνῖνον ὁμοῦ Κομμόδῳ
                βασιλῆας
20 ἀρχομένη τελετῶν ἔστεφε μυστιπόλους.
τὴν μὲν ἄρα ψήφῳ μὲν Ἄρηι φίλη θέτο
               βουλή,
εἰκόνα δ’ ἠγαθέην ἐκτελέσαντο νέην
Εὐνίκη τε φίλη θυγάτηρ ὗές τε θυγατρός
25 Ζωιλίδαι μητρὸς μητέρα θεσπεσίην
Κάλλαισχρος καὶ Γλαῦκος ἐν εἰκόνι κυδαίνοντες,
ἣν καὶ Δημήτηρ ὤπασεν ἀθανάτοις.
Search Help