| 1 | ἀγαθῆι folium τύχηι |
| πυρφόρου Δήμητρος ὑπείροχον ἱερό- | |
| φαντιν | |
| πολλὸν ἐπ’ εὐσεβίῃ κῦδος ἀειραμένην | |
| 5 | Ἑλλάδος εὐρυχόρου πρῶτον γένος |
| Ἀντολίης τε | |
| ἔγγονον Εἰσαίου τοῦ σοφίας ὑπάτου, | |
| ὃς δὴ καὶ βασιλῆος ἀμύμονος Ἁδριανοῖο | |
| μουσάων ἀγαθὴν εἶχε διδασκαλίην· | |
| 10 | Εἰσαίου δὲ θύγατρα μεγαινήτοιο καὶ αὐτοῦ |
| ἔξοχον ἔν τ’ ἀρεταῖς ἔν τε σαοφροσύναις, | |
| ἣν καὶ ἀμειβομένη Δηὼ μακάρων ἐπὶ | |
| νήσσους | |
| ἤγαγε παντοίης ἐκτὸς ἐπωδυνίης· | |
| 15 | δῶκε δέ οἱ θάνατον γλυκερώτερον ἡδέο[ς] |
| ὕπνου | |
| πάγχυ καὶ Ἀργείων φέρτερον ἠιθέων․ | |
| ἥ τε καὶ Ἀντωνῖνον ὁμοῦ Κομμόδῳ | |
| βασιλῆας | |
| 20 | ἀρχομένη τελετῶν ἔστεφε μυστιπόλους. |
| τὴν μὲν ἄρα ψήφῳ μὲν Ἄρηι φίλη θέτο | |
| βουλή, | |
| εἰκόνα δ’ ἠγαθέην ἐκτελέσαντο νέην | |
| Εὐνίκη τε φίλη θυγάτηρ ὗές τε θυγατρός | |
| 25 | Ζωιλίδαι μητρὸς μητέρα θεσπεσίην |
| Κάλλαισχρος καὶ Γλαῦκος ἐν εἰκόνι κυδαίνοντες, | |
| ἣν καὶ Δημήτηρ ὤπασεν ἀθανάτοις. |
IG II²
3632