1 | ἡ πόλις |
Λ · Μέμμιον ἐπὶ βωμῶι Θορίκιον | |
τὸν ἀπὸ δᾳδούχων καὶ ἀρχόντων | |
καὶ στρατηγῶν καὶ ἀγωνοθετῶν, | |
5 | τὸν καὶ αὐτὸν μετὰ τῶν ἄλλων ἀρχῶν |
καὶ λιτουργιῶν · ἄρξαντα τὴν ἐπώ- | |
νυμον ἀρχὴν καὶ στρατηγὸν ἐπὶ τὰ | |
ὅπλα καὶ ἐπιμελητὴν γυμνασιαρχίας | |
θεοῦ Ἁδριανοῦ · καὶ ἀγωνοθέτην τρίς, | |
10 | πρεσβευτήν τε πολλάκις περὶ τῶν με- |
γίστων ∶ ἐν οἷς καὶ περὶ γερουσίας · μυή- | |
σαντα παρόντος θεοῦ Ἁδριανοῦ, | |
μυήσαντα θεὸν Λούκιον Οὐῆρον | |
Ἀρμενιακὸν Παρθικὸν καὶ Αὐτοκράτορας | |
15 | Μ ∶ Αὐρήλιον Ἀντωνῖνον · καὶ Μ · Αὐρήλιον |
Κόμμοδον Γερμανικοὺς Σαρματικούς, | |
[λ]ιτουργήσαντα τοῖν θεοῖν · ἔτεσι Νϛ, τὸν | |
[ἀ]π’ ἀρχιερέων · τὸν φιλόπατριν. |
IG II²
3620