1 | καὶ σοφίῃ κλεινὸν καὶ σεμνῶν φάντορα νυκτῶν |
Δηοῦς καὶ Κούρης ἁγνὸν ὁρᾷς πρόπολον, | |
ὅς ποτε Σαυροματῶν ἀλεείνων ἔργον ἄθεσμον | |
ὄργια καὶ ψυχὴν ἐξεσάωσε πάτρηι, | |
5 | καὶ τελετὰς ἀπέφηνε καὶ ἤρατο κῦδος ὅμοιον |
Εὐμόλπῳ πινυτῷ καὶ Κελεῷ ζαθέωι, | |
Αὐσονίδην τε ἐμύησεν ἀγακλυτὸν Ἀντωνῖνον. | |
7a | vac. |
8 | ὧν ἕνεκ’ αιν#⁷— — — — — — — — ε̣ισμου |
․․․τετ̣ρ̣ — — |
IG II²
3411