| 1 | καὶ σοφίῃ κλεινὸν καὶ σεμνῶν φάντορα νυκτῶν |
| Δηοῦς καὶ Κούρης ἁγνὸν ὁρᾷς πρόπολον, | |
| ὅς ποτε Σαυροματῶν ἀλεείνων ἔργον ἄθεσμον | |
| ὄργια καὶ ψυχὴν ἐξεσάωσε πάτρηι, | |
| 5 | καὶ τελετὰς ἀπέφηνε καὶ ἤρατο κῦδος ὅμοιον |
| Εὐμόλπῳ πινυτῷ καὶ Κελεῷ ζαθέωι, | |
| Αὐσονίδην τε ἐμύησεν ἀγακλυτὸν Ἀντωνῖνον. | |
| 7a | vac. |
| 8 | ὧν ἕνεκ’ αιν#⁷— — — — — — — — ε̣ισμου |
| ․․․τετ̣ρ̣ — — |
IG II²
3411