[ ]
Att. — fin. s. I p.
1 | ὁ δῆμος ἐνείκα. |
Λούκιος Φλαούιος Φλάμμας | |
Κυδαθηναιεὺς ἦρχε. | |
πάντες χοραγοὶ πᾶς τε φυλέτας χορός | |
5 | ἄγαλμα δήμῳ Κέκροπος ἐστάσαντό με |
ἑκούσιοι μεθέντες ἐξ ἀγωνίας, | |
ὡς μὴ φέροι τις αἶσχος ἀποκισσούμενος. | |
[ἐ]γὼ δ’ ἑκάστῳ τόσσον εὐκλείας νέμω, | |
καθ’ ὅσσον αὐτῷ ξυνὸς ὢν ὀφείλομαι. |