| 1 | ὁ δῆμος ἐνείκα. |
| Λούκιος Φλαούιος Φλάμμας | |
| Κυδαθηναιεὺς ἦρχε. | |
| πάντες χοραγοὶ πᾶς τε φυλέτας χορός | |
| 5 | ἄγαλμα δήμῳ Κέκροπος ἐστάσαντό με |
| ἑκούσιοι μεθέντες ἐξ ἀγωνίας, | |
| ὡς μὴ φέροι τις αἶσχος ἀποκισσούμενος. | |
| [ἐ]γὼ δ’ ἑκάστῳ τόσσον εὐκλείας νέμω, | |
| καθ’ ὅσσον αὐτῷ ξυνὸς ὢν ὀφείλομαι. |
IG II²
3114