[ ]
Elis — Olympia — 216 BC — Hermes 85.1957.86ff.
| 1 | ἀγαθᾶι τύχαι. ἐπὶ στραταγοῦ τῶν Ἀκαρνάνων Διογένεος τοῦ |
| Λ̣έοντος, ἱππάρχου δὲ Ἐχεδάμου τοῦ Μνασιλόχου, ναυ̣άρχου δὲ Ἀ- | |
| θηνογένεος τοῦ Διογένεος Λευκαδίων, γραμματέων δὲ τᾶι μὲν | |
| βουλᾶι Σίμωνος τοῦ Εὐάρχου Φοκρεᾶνος, τοῖς δὲ ἄρχουσι Φαίακος | |
| 5 | τοῦ Ἐχεμένεος Λευκαδίου, προμνάμονος δὲ Νικία τοῦ Μνάσω- |
| νος Κορονταίου· v ἐπειδὴ ποτιπορευθέντων Διογένεός τε τοῦ στρα- | |
| ταγοῦ καὶ τῶν συναρχόντων καὶ ἀπολογιζομένων, ὅτι συμβ̣αίνει | |
| τ̣ὰμ μὲμ πόλιν τῶν Ἀνακτοριέων ἐξαδυνατεῖν τοῦ προτιθέμεν | |
| τὰς Ἀκτιάδας παρὰ τὸ γεγενῆσθαι κατὰ τοὺς πρότερον χρό- | |
| 10 | νους ἐν δυσχερεῖ διαθέσει μεγάλων περιστάνπων τὰν Ἀκαρ- |
| νανίαν πολέμω̣ν, συμφέρον δ’ ἐστὶ καὶ τελέως ἔνδοξον τῶι | |
| ἔθνει παραγεγονότων εἰς τὰμ βελτίσταν κατάστασιν τῶμ̣ | |
| πραγμάτων τάν τε ποτὶ τὸ θεῖον ὁσιότατα πολλῶι μᾶλλον συν- | |
| αύξειν καὶ σκέπτεσθαι, δι’ οὗ τρόπου κοινοῦ γενομένου τοῦ ἱεροῦ | |
| 15 | τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου συντελεσθησεῖται τῶι θεῶι πάντα τὰ |
| τίμια, ἐφάνη τοῖς Ἀκαρνᾶσι πρεσβευτὰς ἀποστείλαι ποτὶ τὰμ πό- | |
| λιν τῶν Ἀνακτοριέων περὶ τοῦ Ἀκτίου τούς τε κοινοὺς ἄρχοντας καὶ μετὰ | |
| τ̣ο̣ύτων Σωτίωνα Ἀλεξάνδρου, Ἀγαπάνορα Πυρρίχου, Αἰσχρίωνα Κλεω- | |
| ν̣ύμ̣[ου], Χαροπίδα̣ν Νικάνδρου, Γλαυκῖνον Διοφάντου Θυρρείους, Ἐπί- | |
| 20 | στρατον Φιλίστου, Βιάνορα Θάλωνος Λευκαδίους, Μνασίθ̣ε̣- |
| ον Ἱππία, Χρέμαν Δράκοντος, Αἰσχίναν Τελέστα Μεδιωνίους, Ἀρισ̣[το]- | |
| μ̣έ̣ν̣η Μεννεία Ἀλύζειον· ὧγ καὶ παρακαλούντων τοὺς Ἀνακτο[ριεῖς] | |
| κ̣α̣τὰ τὰς δοθείσας αὐτοῖς ἐντολὰς ἐπιχωρῆσαι τοῦ κ̣ο[ινὸν] | |
| εἶμεν τὸ ἱερὸν πάντων τῶν Ἀκαρνάνων, ὅπως τυγχάνῃ τᾶς ποθ̣η- | |
| 25 | κούσας ἐπιμελείας διεξαγομένων τῶν τε ἀγώνων καὶ τᾶς πανα- |
| γύριος κατὰ τὰ πάτρια, συνεχώρησαν οἱ Ἀνακτοριεῖς ἐπὶ τοῖσδε, ὥσ- | |
| τε ἐπισκευάζειν τοὺς Ἀκαρνᾶνας τὸ ἱερὸν καὶ ἀναλίσκειν, | |
| ὅσα κα δῇ, εἲς τε τοὺς ἀγῶνας καὶ τὰς θυσίας καὶ εἰς τὰμ πανάγυ- | |
| ριν μηθὲν καταδεέστερον ποιοῦνπας τῶμ πρότερον ὑπὸ τᾶς πόλιος δι- | |
| 30 | ο̣ικ̣ουμένων· περὶ δὲ τᾶς μισθώσιος τῶν αὐλητᾶν γίνεσθαι, καθώς κα τοῖς |
| Ἀκαρνᾶσι δόξῃ· τᾶς δὲ πεντηκοστᾶς καὶ τῶν λοιπῶν τελέων ἁπάντων | |
| [τ]ῶγ γινομένων ἐν τᾶι παναγύρει καὶ τῶν ἄλλων τῶμ πιπτόντων ἐκ τᾶς | |
| [τ]ῶν σωμάτων πωλήσιος τὰ μὲν ἥμισα τῶν Ἀκαρνάνων εἶμεν, τὰ δὲ ἥμισα | |
| [τᾶ]ς̣ πόλιος τῶν Ἀνακτοριέων· πεντηκοστολόγους δὲ παρ’ ἑκατέρων εἶμεν | |
| 35 | [τέσ]σ̣αρας καὶ γραμματεῖς τοὺς ἴσους, ἀγορανόμους δὲ παρὰ̣ μὲν τῶν Ἀκαρνάνων |
| [ἕνα, παρὰ δὲ] τᾶς πόλιος ἕνα· ὅσα δὲ κέκτηνται οἱ Ἀνακτοριεῖς ἱερὰ χρήματα τοῦ Ἀπόλλω- | |
| [νος τοῦ Ἀκτίου] ἢ ἀναθέματα πρ[ὸ] τ̣οῦ τ̣ὰν ὁμολογίαν γραφῆμεν, ὑπ̣άρχειν αὐτοῖς ἴδια, τὰ δὲ | |
| [ἐν τῶι μετὰ ταῦτα χρόνωι] ἀ̣να̣τ̣ε̣θέντα τῶν̣ Ἀκαρνάνω̣ν εἶ̣μεν· τὸ̣ δὲ̣ Ἑλένειον κα[ὶ] | |
| [τὰ ․․․c.9․․․]οντα ἐν τ̣[ῶι ἄ]λ̣σει κατεσκευασμένα τᾶς πό<λ>ιος τῶν Ἀνα- | |
| 40 | [κτοριέων εἶμ]ε̣ν καὶ τὰς παρεμβολὰς τᾶν τε πολίων καὶ τ̣ῶ̣ν̣ [ἐ]θνέων μένε̣[ι]ν |
| [καθότι καὶ ἐξ ἀ]ρχᾶς· πομπεύειν δὲ πρῶτομ μὲν τὰν [․․․․․c.15․․․․․․]ον | |
| [․․․․c.13․․․․․] Ἀ̣νακ̣τορίου καὶ το[ὺς ․․․]ίους, <κ>α̣[θ]ώς̣ κα ὁ ἱ[ε]ραπό̣λ̣ος τάξ̣ῃ, φ̣ορεῖν τὸν | |
| [․․․․c.13․․․․․] οἱ Ἀνακ̣τ̣ο̣ριε̣[ῖς ․2-3․]ν καὶ τὰγ κόμαν τρέφει̣ν· κυρίους δὲ εἶμεν τοὺς | |
| [Ἀνακτοριεῖς τῶ]ν τε λιμ̣έ[ν]ω̣ν καὶ τᾶν λοιπᾶν πο[θ]όδων ἁπασᾶν πλὰν τῶν ἐν | |
| 45 | [αὐτᾶι τᾶι παναγύρε]ι̣ πιπτόντων τελέων ἐκ τᾶς Ἀκτιάδος· τιθέμεν δὲ τὸ κοι- |
| [νὸν τῶν Ἀκαρνά]νων τοῦς ἀγῶνας ἐπ’ Ἀκτίωι καθ’ ἕκαστον ἐνιαυτόν, εἴ̣ κα μή τι | |
| [διὰ πόλεμο]ν ἢ διὰ στρατόπεδον φίλιον ἀδύνατον γένηται· εἰ δέ τι συμβαίη τούτων | |
| [ἢ καὶ] ἄ̣λλως πως μὴ δυνατὸν εἶμεν δοκοῖ βουλευομένοις τοῖς τε Ἀκαρνᾶσι καὶ | |
| τᾶι πόλει τῶν Ἀνακτοριέων, συντελεῖσθαι τὰμ πανάγυριν ἐν Ἀνακτορίωι, καθὼς κ̣αὶ | |
| 50 | ο̣ἱ Ἀνακτοριεῖς ἄγοσαν· μὴ ἐπιτελούντων δὲ τῶν Ἀκαρνάνων, [ὃ]ν τρόπον γέ- |
| γραπται, τᾶς πόλιος τῶ̣ν Ἀνακτοριέων τὸ ἱερὸν εἶμεν καθότι καὶ τὸ ἐξ ἀρχᾶς | |
| καὶ τὰ ἀνατεθέντα χρήματα τῶι θεῶι διαμένειν· ἔδοξε τᾶι βουλᾶι καὶ τῶι | |
| κοινῶι τῶν Ἀκαρνάνων· τάν τε πόλιν τῶν Ἀνακτοριέων ἐπαινέσαι καὶ συναύ- | |
| ξειν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου, καθὼς οἵ τε ἄρχοντες παρεκάλουν | |
| 55 | καὶ ἁ πόλις ἐπεχώρησε, χαριστήρια ἀποδιδόντας τῶγ γεγονότων εὐαμε- |
| ρημάτων τῶι ἔθνει, ὅπως φαίνηται τὸ πλῆθος τῶν Ἀκαρνάνων παρὰ πᾶν τὸγ | |
| χρόνον εὐσεβῶς μὲν τὰ ποτὶ τοὺς θεοὺς διεξ̣ά̣γειν, καλῶς [δ]ὲ [κ]αὶ τῶμ προ̣γό- | |
| νων καταξίως ποτὶ τοὺς συγγενεῖς καὶ φίλους πολιτεύειν̣· [ἃ δ]ὲ [ο]ἱ [Ἀ]κ̣αρν̣ᾶν̣[ε]ς̣ θε̣[ῖ]- | |
| εν χρήματα εἰς τὰν ἐπανόρθωσιν τοῦ ἱεροῦ, μὴ καταναλίσκειν τοὺς ταμί- | |
| 60 | ας μηδὲ τοὺς ἄρχοντας εἰς ἄλλο μηθὲν ἀλλ’ εἰς ἐπισκευὰν τοῦ ἱεροῦ καὶ ἀ- |
| ναθέματα τῶι θεῶι· ἀναγραφῆμεν δὲ καὶ εἰστάλας τό τε ψάφισμα καὶ τὰ <κατα>κεχω- | |
| ρισμένα ἐν αὐτῶι ὁμόλογα συνθεμένων τῶν αἱρεθ̣έντων παρὰ μὲν τῶν Ἀκαρ- | |
| νάνων Διογένεος, Ἐχεδάμου, Ἀθηνογένεος, Φαίακος, Ἐπιστράτου Λευκαδίων, Σί- | |
| μωνος Φοκρεᾶνος, Σωτίωνος, Εὐάλκου, Γλαυκίνου Θυρρείων, Ἀριστομένεος Ἀλυ- | |
| 65 | ζείου, παρὰ δὲ τᾶς πόλιος τῶν Ἀνακτοριέων Ἵππωνος, Εὐδάμου, Πτολεμ[α]ίου, |
| Ἑ[λ]λαν<ί>κου{ς}, Σωτίωνος καὶ ἀνατεθῆμεν τὰμ μὲν μίαν στάλαν ἐπ’ Ἀκ̣τίωι, | |
| τὰν δὲ ἄλλαν ἐν Ὀλυμπίαι· τὸ δὲ ἀνάλωμα εἰς ταῦτα ἐκ τοῦ κοινοῦ δοθῆ- | |
| μεν· ποτὶ δὲ τοὺς ἀγῶνας καὶ τὰμ πανάγυριν καὶ τὸ καθόλου περ̣[ὶ] τ̣ῶγ κατὰ | |
| τὰς Ἀκτιάδας χρῆσθαι τοὺς Ἀκαρνᾶνας τοῖς ἱεροῖς νόμοις, οὓς εἷλ̣ε ἁ | |
| 70 | πόλις τῶν Ἀνακτοριέων, καθὼς διώρθωσαν οἱ παρ’ ἑκατέρων· κ̣ύρι- |
| α δὲ εἶμεν τὰ κατακεχωρισμένα ἐν τᾶι στάλαι καὶ μήτε νόμωι μήτε ψ̣α- | |
| φ[ί]σματι λύεσθαι τῶν ἀναγεγραμμένων μηθέν· εἰ δέ τις ψά̣φ̣ι̣σμά̣ τι ἢ [νό]- | |
| μον γράψαι ἢ ἄλλως πως ἐπιχειροῖ διακόψαι τὰ συνκ̣είμενα, εἰ̣ μὲμ πόλις, ἀπο̣- | |
| τεισάτω μνᾶς πεντακοσίας, εἰ δὲ ἔτας, ἀποθνασκέτω κριθεὶς ἐν τῶι | |
| 75 | δ[ι]καστηρίωι καὶ ὁ νόμος καὶ τὸ ψάφισμα ἀτελὲς ἔστω· v τοὺς δὲ ἱε[ρο]ὺς |
| νόμους ἐξέστω διορθοῖν, ἐπεί κα νομοθ̣εσία καθίκῃ, μηθὲν ὑπεναντ̣ίον | |
| τοῖς ἐν τᾶι στάλαι καταγράφοντας τ[— — —]. |