[ ] Ionia — Magnesia ad Maeandrum — 207 BC — I.Magn. 31
1 [στραταγ]οῦντος [τῶν Ἀ]καρνά[ν]ων Νικαίου τοῦ Ἐχε-
[․․5․․ Κ]ορονταίου, ἱππάρχα Κλεωνύμου τοῦ Λαμίσ-
[κου ․․․․]ου, γραμματέος στραταγῶι Χέρσυος τοῦ
․․․8․․․․ Μεδιωνίου, συνεδρίου γραμματέος Ἀν-
5 ․․․8․․․․ τοῦ Ἡρακλείτου Ἀνακτοριέος, προμνάμο-
[νος δὲ Ν]ικάνδρου τοῦ Λύκου Θυρρείου, μηνὸς Πα-
[νάμου ἕκτ]αι ἐπ’ εἰκάδι· παραγενομένων πρεσβευτᾶν
[παρὰ Μαγ]νήτων τῶν ἐπὶ Μαιάνδρου Ἀριστοδάμου
[τοῦ Διοκ]λέος, Ἀριστέα τοῦ Γοργάσου, Ἀντάνορος τοῦ
10 [Κωλω]τίωνος καὶ διαλεγομένων περὶ τᾶς οἰκειό-
[τατ]ος τᾶς ὑπαρχούσας τοῖς Μάγνησιν ποτὶ τοὺς
[Ἀκ]αρνᾶνας, ἔτι δὲ καὶ τὰν φιλίαν ἀ[ν]ανεουμέ-
[ν]ων καὶ τὰς εὐεργεσίας ἀπολογιζομένων, ἃς πεποίην-
ται τὸ κοινὸν τῶν Μαγνήτων ἐς τοὺς Ἕλλανας, v ἀποδόντων
15 δὲ καὶ τὸ ψάφισμα, καθ’ ὃ παρεκάλουν δέχεσθαι τὰν ἐ-
κεχειρίαν χρήσαντος τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς λώϊον
[εἶμ]εν καὶ ἄμεινον [τ]οῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυη-
νὰν καὶ τὰν πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυλον εἶ-
[μ]εν, διὸ καὶ τὸν δᾶμον ἐψαφίσθαι τᾶι εὐεργέτιδι τᾶς πόλιος
20 Ἀρτέμιδι Λευκοφρυηνᾶι διὰ πέντε ἐτέων θυσίας καὶ
πανάγυριν καὶ ἀγῶνα στεφανίταν ἰσοπύθιον μουσι-
κόν τε καὶ γυμνικὸν καὶ ἱππικὸν ποιεῖν δικαίαν ἀποδι-
δόντας χάριν τᾶι εὐεργέτιδι, παρακαλούντ[ων αὐ]-
τῶν, ὅπως οἱ οἰκεῖοί τε καὶ φίλοι μετέχοντι(!) τᾶν θυσιᾶν
25 τᾶν συντελουμενᾶν ὑπ’ αὐτῶν, καὶ ἐμφανιζόντων τὰν
ἐπιφάνειαν τᾶς θεοῦ vv δεδόχθαι τᾶι βουλᾶι τῶν Ἀκαρ-
νάνων καὶ τοῖς χιλίοις· τάν τε θυσίαν καὶ ἐκεχειρί-
αν καὶ τὸν ἀγῶνα ποτιδέχεσθαι στεφανίταν ἰσοπύ-
θιον ταῖ[ς] τιμαῖς· εἶμεν δὲ αὐτῶν τάν τε πόλιν καὶ τὰν
30 χώραν ἱερὰν καὶ ἄσυλον· ἀποστέλλε[ι]ν δὲ καὶ θεω-
ροὺς τοὺς <σ>υνθύσοντας τὰν θυσίαν καὶ θεαροδόκους
καταστᾶσαι ἑκάσταν πόλιν τᾶν Ἀκαρνανίδων τοὺς
ὑποδεξομένους ἀεὶ τοὺς παραγινομένους θεωροὺς πα-
ρὰ τῶν Μαγνήτων· δόμεν δὲ Ἵππαρχον τὸν ταμίαν εἰς
35 ἀπαρχὰν τᾶι θεῶι εἰς τὰν θυσίαν ἀργυρίω δραχμὰς
ἑκατὸν πεντήκοντα· v ἀνανεώσασθαι δὲ καὶ τὰν φι-
[λία]ν καὶ τὰν οἰκειότατα, καθὼς παρεκάλουν· ὅπως
[δὲ] μεί[ν]ηι εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι δὲ τὰ
[δεδ]ογμένα εἰς στάλαν λιθίναν Ἵππαρχον τὸν ταμί-
40 [αν] καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ
[Ἀκτ]ίου· εἶμεν δὲ προξένους καὶ εὐεργέτας τοῦ κοι-
[νοῦ] τῶν Ἀκαρνάνων κατὰ τὸν νόμον v Ἀριστόδα-
[μον] Διοκλέο<ς>, Ἀριστέα Γοργάσου, Ἀντάνορα Κωλωτί-
[ωνος].
45              κατὰ τὰ αὐτὰ δὲ ἐψηφίσαντο·
             Θυρρεῖς            Μεδιώνιο[ι]
             Λευκάδιοι          Παλαιρεῖς
             Ἀνακτόριοι        [Φ]οκρεῖς
             Ἀλυζεῖς           ․․․λε[ῖς(?)]
Search Help
Contact Us