[ ]
Akarnania — Thyrrheion — 2nd/1st c. BC
1 | πένθεα καὶ στοναχὰς λ‵ε′ίπω, ξένε, πατρὶ Φιλίσκωι |
ματρί τε δυστάνοι βὰς Ἀΐδαο δόμους, | |
ἄρκου ὑπὸ στυγερᾶς ὀλέσας βίον, ἅ με βιαίως | |
ὤλεσε σαρκὸς ἐμᾶς δραξαμένα γένυσιν. | |
5 | θνάσκω δ’ ἐννεάδεσσιν ἐτῶν τρισί· Μοῖρα γὰρ οὕτως |
ἆγέ με δύστανον βάμεναι ‵ε′ἰς Ἀΐδαν. | |
χηρεύει θάλαμός μοι, ἐγὼ δ’ ὑπὸ νέρτερα γαίας | |
ναίω τὸν σκοτερὸν δερκόμενος θάλαμον, | |
ἔνθα μοι οὔτ’ ἄλοχος παρακλείνεται οὔτε πατρὸς μου, | |
10 | οὐ ματρὸς φωνὰν δέρκομαι εἰς ἀκοάς· |
ἀλλ’ Ἀΐδα σκότιον Τιμέλαν νέφος ἀμφικαλύπτει· | |
δύσμορος εἰς οἵαν μοῖραν ἔκυρσα βίου. |