[ ] Akarnania — Thyrrheion — 2nd c. BC
1 πατρὶς μὲν Κασσώπα, πατὴρ δὲ μοι ἦν Μενέδαμος,
μάτηρ δὲ ἐξετέκνωσεν Ἀριστοκράτει’ Ἐχενίκαν.
δισσὰ δὲ τέκνα λιποῦσαν ὁ παντοβαρὴς λάβε μ’ Ἅδης
ἄκριτον ἀστόργου θηρὸς ἔχων κραδίην.
5 [ἀν]δρὶ δὲ τέκνα ἔλιπον Λυσιξένῳ ἠδὲ γονεῦσιν
ὀρφανὰ ταῦτα τρέφειν ματρὸς ἔρημα νέας.
ἁμετέραν δὲ ἀρετὰν οὐ φθένξομαι· ἁ γὰρ ἀτέρμων
πᾶσά τοι Ἠπείρου γαῖα φέροπλος ἐρεῖ.
Search Help
Contact Us