[ ]
Akarnania — Thyrrheion — 2nd c. BC
| 1 | πατρὶς μὲν Κασσώπα, πατὴρ δὲ μοι ἦν Μενέδαμος, |
| μάτηρ δὲ ἐξετέκνωσεν Ἀριστοκράτει’ Ἐχενίκαν. | |
| δισσὰ δὲ τέκνα λιποῦσαν ὁ παντοβαρὴς λάβε μ’ Ἅδης | |
| ἄκριτον ἀστόργου θηρὸς ἔχων κραδίην. | |
| 5 | [ἀν]δρὶ δὲ τέκνα ἔλιπον Λυσιξένῳ ἠδὲ γονεῦσιν |
| ὀρφανὰ ταῦτα τρέφειν ματρὸς ἔρημα νέας. | |
| ἁμετέραν δὲ ἀρετὰν οὐ φθένξομαι· ἁ γὰρ ἀτέρμων | |
| πᾶσά τοι Ἠπείρου γαῖα φέροπλος ἐρεῖ. |