[ ]
Akarnania — Thyrrheion — 2nd c. BC
1 | πατρὶς μὲν Κασσώπα, πατὴρ δὲ μοι ἦν Μενέδαμος, |
μάτηρ δὲ ἐξετέκνωσεν Ἀριστοκράτει’ Ἐχενίκαν. | |
δισσὰ δὲ τέκνα λιποῦσαν ὁ παντοβαρὴς λάβε μ’ Ἅδης | |
ἄκριτον ἀστόργου θηρὸς ἔχων κραδίην. | |
5 | [ἀν]δρὶ δὲ τέκνα ἔλιπον Λυσιξένῳ ἠδὲ γονεῦσιν |
ὀρφανὰ ταῦτα τρέφειν ματρὸς ἔρημα νέας. | |
ἁμετέραν δὲ ἀρετὰν οὐ φθένξομαι· ἁ γὰρ ἀτέρμων | |
πᾶσά τοι Ἠπείρου γαῖα φέροπλος ἐρεῖ. |