[ ] Ionia — Magnesia ad Maeandrum — 194/3 BC — I.Magn. 91,cd; Syll(3).598DE
1       [π]αρὰ τοῦ κοινοῦ τῶν Αἰ[τωλῶν].
[στρατ]αγέοντος Θόα Τριχονίου τὸ δεύτερον, Θερμικ[οῖς, ἱππαρχέ]-
[οντο]ς̣ Νικάνδρου Τριχονίου, v γραμματευόντων τοῖς [Αἰτωλοῖς — —]-
[․․․ Ὑ]παταίου, Μικ̣κυλίωνος Φυσκέος· vv ἐπεὶ Σωσικλῆ[ς καὶ Ἀριστόδα]-
5 [μος οἱ] Διοκλείους Μάγνητες ἀπὸ Μαιάνδρου τὰν πᾶσα[ν σπουδὰν καὶ φι]-
[λοτιμί]αν παρεχόμενοι διατελέοντ<ι> κοινᾶι τε τῶι ἔθνει τῶ[ν Αἰτωλῶν καὶ]
[κατ’ ἰ]δίαν τοῖς ἀφικνειμένοις ἐν τὰν πόλιν αὐτῶν φανερ̣[ὰν ποιείμενοι]
[τὰν] ἰδίαν προαίρεσιν, καθὼς ἀπεμαρτυρεῖτο αὐτοῖς, vvv δε[δόχθαι τοῖς]
[Αἰτωλ]οῖς· v ἐπαινέσαι Σωσικλέα καὶ Ἀριστόδαμον Μάγ[νητας ἐπὶ τᾶι]
10 [προαιρ]έσει, ἃν ἔχοντι ποτὶ τὸ κ[οι]νὸν τῶν Αἰτωλῶν, v καὶ δε[δόσθαι αὐτοῖς]
[παρὰ] τ̣οῦ ἔθνεος v προξενίαν καὶ πολιτείαν κατὰ τὸν νό[μον. ἔγγυος]
․4-5․τας v Δράκωνος v Πολιεύς.
      παρὰ τοῦ στρατηγοῦ τῶν Αἰτ[ωλῶν].
[Δικα]ίαρχος v Μαγν[ή]των τᾶι βουλᾶι καὶ τῶι δάμωι χαίρειν· [Σωσικλῆς ὁ]
15 [ἀπο]σταλεὶς παρ’ ὑμῶν ἱερομνάμων τᾶι τε ἐνδαμίαι κε[χρημένος ἐσ]-
[τὶ κα]λῶς καὶ εὐσχημόνως v καὶ τὰ κατὰ τὰς θυσίας συν[ετέλεσεν]
[τοῖς θε]οῖς, ὡς ποθῆκον ἦν, τά τε κατὰ τὸν ἀγῶνα τῶν Πυθίων [μετὰ τῶν]
․c.4․ω̣ν καὶ τῶν ἀγωνοθετᾶν καὶ τῶν συνιερομναμόνων κ[αλῶς διώι]-
[κησεν]· ὅθεν καὶ οἱ σύνεδροι ἐτίμασαν αὐτὸν καὶ οἱ Ἀμφικ̣τ[ίονες καὶ ἁ]-
20 [μὲς ἐκρί]νομες ὑμῖν γράψαι περὶ αὐτοῦ. εὖ οὖν ποιήσετε [τ]όν [τε ἄνδρα]
․․7-8․․․ς καὶ τὰς δεδομένας αὐτῶι τιμὰς εὐνόως ἀποδεξ[μενοι. ἔρρω]-
[σθε]. {²vac.}²
Search Help
Contact Us