[ ]
Ionia — Magnesia ad Maeandrum — 194/3 BC — I.Magn. 91,cd; Syll(3).598DE
1 | [π]αρὰ τοῦ κοινοῦ τῶν Αἰ[τωλῶν]. |
[στρατ]αγέοντος Θόα Τριχονίου τὸ δεύτερον, Θερμικ[οῖς, ἱππαρχέ]- | |
[οντο]ς̣ Νικάνδρου Τριχονίου, v γραμματευόντων τοῖς [Αἰτωλοῖς — —]- | |
[․․․ Ὑ]παταίου, Μικ̣κυλίωνος Φυσκέος· vv ἐπεὶ Σωσικλῆ[ς καὶ Ἀριστόδα]- | |
5 | [μος οἱ] Διοκλείους Μάγνητες ἀπὸ Μαιάνδρου τὰν πᾶσα[ν σπουδὰν καὶ φι]- |
[λοτιμί]αν παρεχόμενοι διατελέοντ<ι> κοινᾶι τε τῶι ἔθνει τῶ[ν Αἰτωλῶν καὶ] | |
[κατ’ ἰ]δίαν τοῖς ἀφικνειμένοις ἐν τὰν πόλιν αὐτῶν φανερ̣[ὰν ποιείμενοι] | |
[τὰν] ἰδίαν προαίρεσιν, καθὼς ἀπεμαρτυρεῖτο αὐτοῖς, vvv δε[δόχθαι τοῖς] | |
[Αἰτωλ]οῖς· v ἐπαινέσαι Σωσικλέα καὶ Ἀριστόδαμον Μάγ[νητας ἐπὶ τᾶι] | |
10 | [προαιρ]έσει, ἃν ἔχοντι ποτὶ τὸ κ[οι]νὸν τῶν Αἰτωλῶν, v καὶ δε[δόσθαι αὐτοῖς] |
[παρὰ] τ̣οῦ ἔθνεος v προξενίαν καὶ πολιτείαν κατὰ τὸν νό[μον. ἔγγυος] | |
․4-5․τας v Δράκωνος v Πολιεύς. | |
παρὰ τοῦ στρατηγοῦ τῶν Αἰτ[ωλῶν]. | |
[Δικα]ίαρχος v Μαγν[ή]των τᾶι βουλᾶι καὶ τῶι δάμωι χαίρειν· [Σωσικλῆς ὁ] | |
15 | [ἀπο]σταλεὶς παρ’ ὑμῶν ἱερομνάμων τᾶι τε ἐνδαμίαι κε[χρημένος ἐσ]- |
[τὶ κα]λῶς καὶ εὐσχημόνως v καὶ τὰ κατὰ τὰς θυσίας συν[ετέλεσεν] | |
[τοῖς θε]οῖς, ὡς ποθῆκον ἦν, τά τε κατὰ τὸν ἀγῶνα τῶν Πυθίων [μετὰ τῶν] | |
․c.4․ω̣ν καὶ τῶν ἀγωνοθετᾶν καὶ τῶν συνιερομναμόνων κ[αλῶς διώι]- | |
[κησεν]· ὅθεν καὶ οἱ σύνεδροι ἐτίμασαν αὐτὸν καὶ οἱ Ἀμφικ̣τ[ίονες καὶ ἁ]- | |
20 | [μὲς ἐκρί]νομες ὑμῖν γράψαι περὶ αὐτοῦ. εὖ οὖν ποιήσετε [τ]όν [τε ἄνδρα] |
․․7-8․․․ς καὶ τὰς δεδομένας αὐτῶι τιμὰς εὐνόως ἀποδεξά[μενοι. ἔρρω]- | |
[σθε]. {²vac.}² |