[ ]
Ionian Isl. — Kerkyra — 2nd c. AD
| 1 | ἶσόν τοι τοκέεσσι Θράσων γέρας ὤπασε τιμ<ῶν> |
| Θευγένη ἀντ’ ἀγαθᾶς τοῦτο διδασκαλίας, | |
| ἐσθλὰ δαεὶς Παιῶνος ἀλεξητήρια νούσων, | |
| οἷς πολλοὺς θανάτου ῥύσατο καὶ καμάτων. | |
| 5 | ἀλλά τις αἰνείτω τὸν ἀεὶ χρόνον ἀνέρα τοῦτον, |
| [ὅς] τ̣ε φίλου λάθαν μηδὲ θανόντος ἔ[τλα]. |