[ ]
Ionian Isl. — Kerkyra — end 2nd/beg. 3rd c. AD
| 1 | [δ]αίμονες ἀθάνατοι πολλοὶ κατ’ Ὀλύμπιον ἕδρην, |
| ἀλλὰ θεὸς τούτων ἐστὶ πατὴρ ὁ μέγας, | |
| ὃς κόσμον διέταξε, Σελήνην νυκτὶ κελεύσας | |
| πείθεσθαι, Τειτᾶνα ἡμεριναῖς χάρισι. | |
| 5 | ᾧ π<ε>ισθεῖσα δέμας μὲν ἐπὶ χθονός, ἧς ἀπετέχθην, |
| λείπω, τὴν ψυχὴν δ’ ἀθανάτην ἔλαχον. | |
| ἐν γαίῃ μὲν σῶμα τὸ συνγενές, οὐράνιος δὲ | |
| ἤλυθεν ἡ ψυχὴ δῶμα κατ’ οὐ φθίμενον. | |
| κεῖται μὲν γαίῃ φθίμενον δέμας, ἡ δὲ δοθεῖσα | |
| 10 | ψυχή μοι ναίει δώματ’ ἐπουράνια. |
| ἀθάνατος ψυχὴ τὰ μὲν οἰκία τῶν ἐν Ὀλύμπῳ | |
| ναίω, σῶμα δ’ ἐμὸν γαῖα φέρει φθίμενον. | |
| ἓν μὲν ὑπ’ ἀνκαλίσιν φέρομαι τέκνον ἑνδεχ[έτηρον] | |
| Εὐόδῳ ὃς πόσις ἦν ὁππότ’ ἔναιε δόμους· | |
| 15 | τεσσαρακονταετὴς δὲ πρὸς οὐρανὸν ἀστερόεντα |
| ἤλυθον, ἐν γαίῃ σῶμ’ ἐμὸν ἐνθεμένη. |