[ ]
Ionian Isl. — Kerkyra — 1st c. BC/1st c. AD
| 1 | ὁδῖτα, βαιὸν σάματι σταθεὶς πάρα |
| μάθοις κεν ἀτρέκειαν. ἴσθι δ’ ὡς πατρὸς | |
| Ἀθηνίωνος οὑν ταφῇσι κλῄζεται | |
| καὶ Μνασέαν αὔδασον οὔνομ’ ἄφθιτο[ν], | |
| 5 | καὶ γνῶθι μύθους οἷς σοφῶς ἐτέρπετο |
| ἇι μὲν τὰ κόσμου σεμνὰ καὶ δι’ ἀστέρων | |
| δι[ῆλθ]ε τὰν πυρωπὸν αἰθεροδρόμω[ν] | |
| [κέλευθον, ᾇ δὲ] καὶ γεωμόρον τέχναν | |
| γραμμαῖσιν ἰχνεύτειραν· εὖ <δ’ ἀ>είν<α>ον̣ | |
| 10 | κατεῖδ’ Ὁμήρου δέλτον, ἇς ἐνὶ πτυχαῖς |
| ὁ <τρ>ιπλανάτας ἐστὶ Λαρτίου γόνος | |
| καὶ μῆνις ἁ <β>αρ<ε>ῖα· τῶν ἐπ’ ἀτρεκὲς | |
| δα<εὶς> ἁπάντων ἐσθλὸν ἄρατο κλέος· | |
| νέ[ο]ν δ’ ἐν ἀκμᾶι κοῦρον, ὧι πόρεν τέχναν | |
| 15 | <σ>υνευν[έτιν τ’ ἔλειψε. τε]τρώκοντα δὴ |
| ὑπ’ ἀλίωι πλειῶνας εἰσιδὼν φάος | |
| ποθεινὸς ἀστοῖς τάνδ’ ὑπήλυθε χθόνα. |