[ ]
Ionian Isl. — Kerkyra — 3rd/2nd c. BC
1 | Φιλίστιον [χαῖρε]. |
δοιαὶ μὲν δεκάδες σε τελειοτόκων ἐνιαυτῶν | |
ἤδη καὶ τριτάτου κύκλος ἐπεῖχεν ἔτευς, | |
μισγομένα{ν} φθιμένοισι, Φιλίστιον, ἁνίκα πέ[νθος] | |
5 | ματρὶ πολυθρήνωι κάλλιπες Ἁρπαλίδι· |
δῶμα δ’ Ἀριστάνδροιο λελονχότος ἄκριτον ἅιδαν̣ | |
καὶ τέκεα κρυερᾶι θῆκας ἐν ὀρφανίαι. | |
Ἀγῆνος κλυτὸν αἷμα, σὲ δ’ ὕστατον ὕπνον ἑλο[ῦσαν] | |
πικρὸς ὅδε ζοφερᾶι τύμβος ἔδεκτ[ο κόνει]. |