[ ]
Ionian Isl. — Kerkyra — bef. 227 BC
1 | μυρί’ ἀποφθιμένοιο τάφωι περὶ τῶιδε χυθεῖσα |
παιδὸς Ἀλεξάνδρου μύρατο Καλλιόπα, | |
ὠκύμορον καὶ ἄτεκνον ἐπεὶ θέτο τᾶιδ’ ὑπὸ γαίαι | |
ἑπτακαιεικοσετοῦς πνεῦμα λιπόντα βίου, | |
5 | ἴστορα παιδείας, τόξωι κλυτόν, ὧι ποκα λῃστὰς |
ἀνδροφόνους ἁλίαις κτεῖνεν ἐπὶ Στροφάσιν. | |
ἀλλ’ ἴθι νῦν, παροδῖτα, τὸν ἐκ χθονὸς Ἀλκινόοιο | |
χαῖρ’ εἰπὼν ἀγαθοῦ παῖδ’ ἀγαθὸν Σατύρου. |