[ ] Ionian Isl. — Kerkyra — bef. 227 BC
1 μυρί’ ἀποφθιμένοιο τάφωι περὶ τῶιδε χυθεῖσα
  παιδὸς Ἀλεξάνδρου μύρατο Καλλιόπα,
ὠκύμορον καὶ ἄτεκνον ἐπεὶ θέτο τᾶιδ’ ὑπὸ γαίαι
  ἑπτακαιεικοσετοῦς πνεῦμα λιπόντα βίου,
5 ἴστορα παιδείας, τόξωι κλυτόν, ὧι ποκα λῃστὰς
  ἀνδροφόνους ἁλίαις κτεῖνεν ἐπὶ Στροφάσιν.
ἀλλ’ ἴθι νῦν, παροδῖτα, τὸν ἐκ χθονὸς Ἀλκινόοιο
  χαῖρ’ εἰπὼν ἀγαθοῦ παῖδ’ ἀγαθὸν Σατύρου.
Search Help
Contact Us