[ ] Lokris, E. — Opous — 2nd c. BC
1 θεὸς ἀγαθᾶι τύχαι. ἄρχοντος Ὀρθομενίδα, ἔδοξε τοῖς περὶ τὸν
Διόνυσον τεχνίταις τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας, συντελοῦσιν δὲ ἐν Ὀ-
ποῦντι· ἐπειδὴ Σωτέλης Σωσίνου ἀνὴρ καλὸς κἀγαθός, διὰ προγόνων
εὔνους ὑπάρχων τοῖς τεχνίταις καὶ λέγων καὶ πράσ<σ>ων τὰ συμφέρο[ν]-
5 τα καὶ καθ’ ἱδίαν ἑκάστωι καὶ κατὰ κοινὸν πάσαι τᾶι συνόδοι, ἀπόδε[ι]-
ξιν τὰγ καλλίσταν ποιούμενος τᾶς ποτὶ τοὺς θεοὺς εὐσεβείας
καὶ τᾶς ποτὶ τὸ κοινὸν τ[ῶν τεχν]ιτᾶν εὐνοίας, ὁμοίως δὲ καὶ ἁ
γυνὰ αὐτοῦ Ξενόλα [Ἀ]μεινία, ἐν τᾶι ἀνιερώσει ἇι ἐποιήσαν[το]
τῶι Ἀπόλλωνι καὶ τῶι Ἑρμᾶι καὶ ταῖς Μούσαις πρόνοιαν ἐ[ποι]-
10 ήσαντο κατὰ κοινὸν τ[ὰ]ν ἀρίσταν ὑπὲρ τᾶς συνόδου τῶν [τε]-
χνιτᾶν, διασαφήσαντες ἐν τᾶι ἀνιερώσει, ὅπως καθ’ ἕκαστ[ον]
ἐνιαυτὸν λαμβάνῃ ἁ σύνοδος τῶν τεχνιτᾶν ἀργύριον ε̣[ἰς θυ]-
σίας τῶι Ἀπόλλωνι καὶ τῶι Ἑρμᾶι καὶ ταῖς Μούσαις· ὅθεν
διὰ πάντα τὰ προειρημένα φιλοφρόνως ἁ σύνοδος ἀποδε[χο]-
15 μένα τὰν [εὐεργεσίαν] Σωτέλεος καὶ Ξενόλας ἐκάλεσε[ν αὐ]-
[τοὺς εἰς προεδρίαν — — —]
Search Help
Contact Us